O - Oxoniensis Baroccianus Gr. 95 (f. 234v)
Περὶ τοῦ γυπός. ῾Ο γὺψ, νεστεύει ἡμέρας τεσσαράκοντα, καὶ πάλιν, ὅταν εὑρεθῇ ἐν βρώματι, ἐσθίει λύτρας τεσσαράκοντα. οὕτως καὶ σὺ, ἄνθρωπε, ἐνήστευσας ἡμέρας τεσσαράκοντα, ἐν δὲ τῇ ἀναστάσει τοῦ κυρίου, μὴ ἐκδώσεις ἑαυτὸν τῇ γαστριμαργίᾳ ἵνα μὴ ἀπωλέσης τῶν τεσσαράκοντα ἡμερῶν τὴν νηστείαν. πῶς δὲ γινώσκει ὁ γύψ τοῖς βρώμασιν. καθέζεται καὶ ὁρᾷ κατὰ τὸν νότον, καὶ ὅτε γένηται θνῆσις ἐν οἵῳ δή τινι τόπῳ, βάπτεται ὁ δεξιὸς ὄνυξ, καὶ τότε γινώσκει ὅτι βρῶμα ἐγένετον, καὶ τότε ὑψοῖ ἑαυτόν, διὰ τοῦτο καὶ γὺψ ὀνομάζεται· καὶ ὅτε ὑψωθῇ γίνεται εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ χροιὰ αἵματος ὡς νεφέλη, καὶ πορεύεται αὐτὸς ὄπιθεν αὐτῆς τῆς χροιᾶς, καὶ ὅτε πλησιάσει τοῖς βρώμασιν, ἀφίησιν αὐτὸν τὸ σημεῖον τῆς χροῖας, καὶ βάλλει αὐτὸν κατὰ βάθος, καὶ ἔρχεται εἰς τὸ βρῶμα τῶν σκωλήκων. ὅτε δὲ γίνεται ἔγγυος, ποίους τρόπους ποιεῖ. ἀπέρχεται ἐν τῇ καλλιᾷ αὐτοῦ ἐπωάζουσα ἡ θήλεια, καὶ πορεύεται ὁ ἄρρην κατὰ τὸν νότον, καὶ ἔστιν ἐκεῖ ῥάξος βαθύ, καὶ λαμβάνει τὸν λίθον τὸν λεγόμενον κυόλιθον, καὶ φέρει αὐτόν ἐν τῇ καλλιᾷ αὑτοῦ, καὶ εὐθέως γεννᾷ ἕως οὗ δὲ πάλιν ἀπενέγκη τὸν λίθον εἰς τὸν τόπον αὐτοῦ ὁ ἄρρην οὐκ ἐᾶται ἡ θήλεια τοῦ πόνου. οὕτω καὶ σὺ, ἄνθρωπε, ὅταν εἰσέλθῃ σοι ἁμαρτία, ἀπόλυσον αὐτὴν εἰς τὸν ἴδιον τόπον, ὅθεν ἦλθεν, καὶ εὐθέως ἀφεθήσεται ἀπὸ σοῦ.