῾Η γοργόνη, μόρφωσιν ἔχει γυναικὸς εὐμόρφου πόρνης· αἱ τρίχες τῆς κεφαλῆς αὐτῆς ὄφεις, τὸ δὲ εἶδος αὐτῆς θάνατος. παίζει δὲ καὶ γελᾷ κατὰ τὸν καιρὸν αὑτῆς, νέμεται δὲ κατὰ τὰ ὄρη τῆς δύσεως, καὶ ὅτε φθάσωσιν αἱ ἡμέραι τῆς ὀρέξεως αὐτῆς, ἵσταται καὶ κράζει ἀπ᾿ ἀρχήν τοῦ λέοντος. καὶ τῶν λοιπῶν ζῴων, ἀπὸ ἀνθρώπου καὶ κτήνους καὶ πετεινοῦ καὶ δράκοντος, λέγουσα· δεῦτε πρός με. καὶ ὅσα δὲ ἀκούσωσι τῆς φωνῆς αὐτῆς, ἀπέρχονται καὶ ὁρῶντες αὐτὴν τελευτῶσιν. αὕτη γὰρ γινώσκει πάσας τὰς γλώσσας τῶν ζῴων. καὶ τοιῷδε τρόπῳ κυνηγᾷ αὐτήν ὁ κυνηγός ἤγουν ὁ ἐπαοιδός. γινώσκει δι᾿ ἀστροψηφίας τὴν ἡμέραν τῆς ὁρέξεως αὐτῆς, καὶ πορεύεται κατὰ τὸν τόπον αὐτῆς, γοητεύων ἀπὸ μακρόθεν· αὕτη δὲ ἄρχεται λέγειν ἀπ᾿ ἀρχῆς τοῦ λέοντος καὶ τῶν λοιπῶν ζῴων, ὅτε δὲ ἔλθῃ εἰς τὴν τοῦ γόητος γλῶσσαν, ἀποκρίνεται αὐτῇ λέγων· ὄρυξον βόθρον εἰς τόπον, καὶ βάλλε τὴν κεφαλὴν σου. ἵνα μὴ ἴδω αὐτὴν καὶ τελευτήσω, καὶ ἐλθὼν κοιμῶμαι μετὰ σοῦ. καὶ ποιεῖ ὅυτως. τότε ἀπέρχεται ὁ ἐπάοιδος καὶ ἀποκεφαλίζει αὐτὴν πισθοφανῶς, καὶ οὐχ ὁρᾷ τὴν κεφαλὴν αὐτὴν ἵνα μὴ ἀποθάνῃ, βάλλει δὲ αὐτὴν εἰς ἀγγεῖον καὶ ὃτε ἴδῃ δράκοντα ἢ ἄνθρωπον ἢ θηρίον δεικνύει τὴν κεφαλὴν αὐτὴν καὶ εὐθὺς ἀποξηραίναι αὐτούς, καθάπερ καὶ ἀλέξανδρος εἶχεν αὐτήν, καὶ ἐκυρίευε πάντων τῶν ἐθνῶν. οὕτω καὶ σὺ, ἄνθρωπε, ἔχον τὰς φρένας σου πρὸς θεόν, εὐκόλως κυριεύσεις τῶν ἐναντίων δυνάμεων.